Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 8.222 | Joseph. AJ 8.226 (English) | >>Joseph. AJ 8.231 |
8.225
δύο ποιήσας δαμάλεις χρυσᾶς καὶ οἰκοδομήσας ναΐσκους τοσούτους ἕνα μὲν ἐν Βηθήλῃ πόλει , τὸν ἕτερον δὲ ἐν Δάνῃ , ἡ δʼ ἐστὶ πρὸς ταῖς πηγαῖς τοῦ μικροῦ Ἰορδάνου , τίθησι τὰς δαμάλεις ἐν ἑκατέρῳ τῶν ἐν ταῖς προειρημέναις πόλεσι ναΐσκων , καὶ συγκαλέσας τὰς δέκα φυλὰς ὧν αὐτὸς ἦρχεν ἐδημηγόρησε τούτους ποιησάμενος τοὺς λόγους ·
8.227“ἄνδρες ὁμόφυλοι , γινώσκειν ὑμᾶς νομίζω τοῦτο , ὅτι πᾶς τόπος ἔχει τὸν θεὸν καὶ οὐκ ἔστιν ἓν ἀποδεδειγμένον χωρίον ἐν ᾧ πάρεστιν , ἀλλὰ πανταχοῦ τε ἀκούει καὶ τοὺς θρησκεύοντας ἐφορᾷ . ὅθεν οὔ μοι δοκεῖ νῦν ἐπείγειν ὑμᾶς εἰς Ἱεροσόλυμα πορευθέντας εἰς τὴν τῶν ἐχθρῶν πόλιν μακρὰν οὕτως ὁδὸν προσκυνεῖν ·
8.228ἄνθρωπος γὰρ κατεσκεύακε τὸν ναόν , πεποίηκα δὲ κἀγὼ δύο χρυσᾶς δαμάλεις ἐπωνύμους τῷ θεῷ καὶ τὴν μὲν ἐν Βηθήλῃ πόλει καθιέρωσα τὴν δʼ ἐν Δάνῃ , ὅπως ὑμῶν οἱ τούτων ἔγγιστα τῶν πόλεων κατῳκημένοι προσκυνῶσιν εἰς αὐτὰς ἀπερχόμενοι τὸν θεόν . ἀποδείξω δέ τινας ὑμῖν καὶ ἱερεῖς ἐξ ὑμῶν αὐτῶν καὶ Ληουίτας , ἵνα μὴ χρείαν ἔχητε τῆς Ληουίτιδος φυλῆς καὶ τῶν υἱῶν Ἀαρῶνος , ἀλλʼ ὁ βουλόμενος ὑμῶν ἱερεὺς εἶναι προσενεγκάτω μόσχον τῷ θεῷ καὶ κριόν , ὃ καὶ τὸν
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 8.222 | Joseph. AJ 8.226 (English) | >>Joseph. AJ 8.231 |